Add parallel Print Page Options

10 Οὐ θέλω [a]γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν [b]ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ χριστός· ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γείνεσθε καθώς τινες αὐτῶν ὥσπερ γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. μηδὲ ἐκπειράζωμεν τὸν [c]κύριον καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο. 10 μηδὲ γογγύζετε [d]καθὼς τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. 11 ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.

12 Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.

14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. 15 ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστιν τοῦ αἵματος τοῦ χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.

18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· [e]οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;

19 Τί οὖν φημι; ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν; 20 ἀλλ᾽ ὅτι ἃ θύουσιν [f]τὰ ἔθνη, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γείνεσθαι. 21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;

23 Πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. 24 μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου.

25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 26 τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

27 Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· 28 ἐὰν δέ τις ὑμῖν εἴπῃ· τοῦτο [g]ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ [h]τὴν συνείδησιν· 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; 31 εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τί ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. 32 ἀπρόσκοποι καὶ Ἰουδαίοις γείνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:1 γὰρ P46 א* A B C D P; δε א2 K L Ψ 69 1424
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:2 ἐβαπτίσαντο P46c B K L P 69 1424; εβαπτισθησαν א A C D Ψ; εβαπτιζοντο P46*; unclear P129(εβαπτισ̣[.)
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:9 κύριον א B C P; χριστον P46 D K L Ψ 69 1424; θεον A
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:10 καθὼς A(vid .]ως τεινες) C D Ψ 69 1424; καθως και K L; καθαπερ P46 א B P
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:18 οὐχὶ P46 א2 B D1 K L P Ψ 69 1424; ουχ א* A C D*
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:20 τὰ ἔθνη P46 א A C K L(after οτι) P Ψ 69 1424; omit B D
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:28 ἱερόθυτόν P46 א A B; ειδωλοθυτον C D K L P Ψ 69 1424
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10:28 τὴν συνείδησιν P46 א A B C* D P; add του γαρ κυριου η γη και το πληρωμα αυτης C3(after verse 31) K L Ψ 69 1424

10 ου θελω δε υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον

και παντες εις τον μωσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση

και παντες το αυτο βρωμα πνευματικον εφαγον

και παντες το αυτο πομα πνευματικον επιον επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η δε πετρα ην ο χριστος

αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω

ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν

μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ως γεγραπται εκαθισεν ο λαος φαγειν και πιειν και ανεστησαν παιζειν

μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσον εν μια ημερα εικοσιτρεις χιλιαδες

μηδε εκπειραζωμεν τον χριστον καθως και τινες αυτων επειρασαν και υπο των οφεων απωλοντο

10 μηδε γογγυζετε καθως και τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου

11 ταυτα δε παντα τυποι συνεβαινον εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντησεν

12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση

13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υμας υπενεγκειν

14 διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατρειας

15 ως φρονιμοις λεγω κρινατε υμεις ο φημι

16 το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια του αιματος του χριστου εστιν τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν

17 οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν

18 βλεπετε τον ισραηλ κατα σαρκα ουχι οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν

19 τι ουν φημι οτι ειδωλον τι εστιν η οτι ειδωλοθυτον τι εστιν

20 αλλ οτι α θυει τα εθνη δαιμονιοις θυει και ου θεω ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι

21 ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων

22 η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν

23 παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ου παντα οικοδομει

24 μηδεις το εαυτου ζητειτω αλλα το του ετερου εκαστος

25 παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

26 του γαρ κυριου η γη και το πληρωμα αυτης

27 ει δε τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

28 εαν δε τις υμιν ειπη τουτο ειδωλοθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν του γαρ κυριου η γη και το πληρωμα αυτης

29 συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινα τι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως

30 ει δε εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω

31 ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε

32 απροσκοποι γινεσθε και ιουδαιοις και ελλησιν και τη εκκλησια του θεου

33 καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφερον αλλα το των πολλων ινα σωθωσιν