Add parallel Print Page Options

Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικίᾳ καὶ ὅσοι οὐχ ἑώρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ [a]θεοῦ πάτρος τοῦ χριστοῦ, ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι· τοῦτο λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως ὑμῶν.

Ὡς οὖν παρελάβετε τὸν χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι [b]ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ.

Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ [c]βαπτίσματι ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.

13 Καὶ ὑμᾶς νεκροὺς ὄντας [d]ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν [e]ὑμᾶς σὺν αὐτῷ χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα· 14 ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

16 Μὴ οὖν τίς ὑμᾶς κρινέτω ἐν βρώσει [f]ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, 17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ χριστοῦ. 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑώρακεν ἐμβατεύων εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλὴν ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συνβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.

20 Εἰ ἀπεθάνετε σὺν χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; 21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς· 22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων· 23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 2:2 θεοῦ πάτρος τοῦ χριστοῦ A C; θεου πατρος χριστου א*; θεου και πατρος του χριστου א2 Ψ; θεου και πατρος και του χριστου D2 K L 1424; ♦ θεου χριστου P46 B; θεου ο εστιν χριστος D*; θεου D1 P 69
  2. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 2:7 ἐν τῇ πίστει א D2 K L P 69 1424; εν πιστει A C I Ψ; πιστει B D*; unclear P46(ε̣ν̣ [.)
  3. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 2:12 βαπτίσματι א* A C D2 K L P Ψ 69 1424; βαπτισμω P46 א2 B D*
  4. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 2:13 ἐν P46 א1 A C D K P 1424; omit א* B L Ψ 69
  5. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 2:13 ὑμᾶς‌2 א* A C K L 1424; ημας P46 B 69; omit א2 D P Ψ
  6. ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 2:16 ἢ‌1 א A C D I K L P Ψ 69 1424; και P46 B

θελω γαρ υμας ειδεναι ηλικον αγωνα εχω περι υμων και των εν λαοδικεια και οσοι ουχ εωρακασιν το προσωπον μου εν σαρκι

ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντων εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου και πατρος και του χριστου

εν ω εισιν παντες οι θησαυροι της σοφιας και της γνωσεως αποκρυφοι

τουτο δε λεγω ινα μη τις υμας παραλογιζηται εν πιθανολογια

ει γαρ και τη σαρκι απειμι αλλα τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων

ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε

ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι εν τη πιστει καθως εδιδαχθητε περισσευοντες εν αυτη εν ευχαριστια

βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον

οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως

10 και εστε εν αυτω πεπληρωμενοι ος εστιν η κεφαλη πασης αρχης και εξουσιας

11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος των αμαρτιων της σαρκος εν τη περιτομη του χριστου

12 συνταφεντες αυτω εν τω βαπτισματι εν ω και συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ των νεκρων

13 και υμας νεκρους οντας εν τοις παραπτωμασιν και τη ακροβυστια της σαρκος υμων συνεζωποιησεν συν αυτω χαρισαμενος ημιν παντα τα παραπτωματα

14 εξαλειψας το καθ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρκεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω

15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια θριαμβευσας αυτους εν αυτω

16 μη ουν τις υμας κρινετω εν βρωσει η εν ποσει η εν μερει εορτης η νουμηνιας η σαββατων

17 α εστιν σκια των μελλοντων το δε σωμα του χριστου

18 μηδεις υμας καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων α μη εωρακεν εμβατευων εικη φυσιουμενος υπο του νοος της σαρκος αυτου

19 και ου κρατων την κεφαλην εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου

20 ει ουν απεθανετε συν τω χριστω απο των στοιχειων του κοσμου τι ως ζωντες εν κοσμω δογματιζεσθε

21 μη αψη μηδε γευση μηδε θιγης

22 α εστιν παντα εις φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων

23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκεια και ταπεινοφροσυνη και αφειδια σωματος ουκ εν τιμη τινι προς πλησμονην της σαρκος