Add parallel Print Page Options

14 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον [a]ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ’ [b]αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν [c]ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· [d]οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν [e]ὑπάγῃ· [f]οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ [g]ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· [h]ἄμωμοί εἰσιν.

Καὶ εἶδον [i]ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι [j]ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν [k]θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε [l]τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν [m]καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

Καὶ ἄλλος [n]δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, [o]ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, [p]ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον [q]ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. [r]ναί, λέγει τὸ πνεῦμα, ἵνα [s]ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ [t]γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.

14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον [u]υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ [v]τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 καὶ ἄλλος [w]ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, [x]ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν [y]φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 ἑστὸς WH Treg NIV ] ἑστηκὸς RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:1 αὐτοῦ WH Treg NIV ] + ἀριθμός RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:3 ὡς WH Treg NA ] – NIV RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + εἰσιν RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 ὑπάγῃ NIV RP ] ὑπάγει WH Treg
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:4 *οὗτοι WH Treg NIV ] + ὑπὸ Ἰησοῦ RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NIV ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:5 ἄμωμοί WH NIV ] + γάρ Treg RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἄλλον WH Treg NIV ] – RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἐπὶ WH Treg NIV ] – RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 θεὸν WH Treg NIV ] κύριον RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 τῷ ποιήσαντι WH Treg NIV ] αὐτὸν τὸν ποιήσαντα RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 καὶ WH Treg NIV ] + τὴν RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 δεύτερος ἄγγελος WH Treg RP ] ἄγγελος δεύτερος NIV
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 ἔπεσεν WH Treg NIV ] – RP
  16. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 WH Treg NIV ] – RP
  17. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:10 ἀγγέλων ἁγίων WH Treg NIV ] τῶν ἁγίων ἀγγέλων RP
  18. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ναί, λέγει WH Treg NIV ] λέγει Ναί RP
  19. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ἀναπαήσονται WH Treg NIV ] ἀναπαύσωνται RP
  20. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 γὰρ WH Treg NIV ] δὲ RP
  21. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:14 υἱὸν WH NIV ] υἱῷ Treg RP
  22. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:16 τῆς νεφέλης WH Treg NIV ] τὴν νεφέλην RP
  23. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 ἄγγελος Holmes WHmarg ] + ἐξῆλθεν WH Treg NIV RP
  24. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 WH NIV ] – Treg RP
  25. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:18 φωνῇ WH Treg NIV ] κραυγῇ RP

14 και ειδον και ιδου αρνιον εστηκος επι το ορος σιων και μετ αυτου εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες εχουσαι το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων

και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης και φωνην ηκουσα κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων

και αδουσιν ως ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις ηδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες οι ηγορασμενοι απο της γης

ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι εισιν οι ακολουθουντες τω αρνιω οπου αν υπαγη ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω

και εν τω στοματι αυτων ουχ ευρεθη δολος αμωμοι γαρ εισιν ενωπιον του θρονου του θεου

και ειδον αλλον αγγελον πετωμενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι τους κατοικουντας επι της γης και παν εθνος και φυλην και γλωσσαν και λαον

λεγοντα εν φωνη μεγαλη φοβηθητε τον θεον και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα της κρισεως αυτου και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και θαλασσαν και πηγας υδατων

και αλλος αγγελος ηκολουθησεν λεγων επεσεν επεσεν βαβυλων η πολις η μεγαλη οτι εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα εθνη

και τριτος αγγελος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη ει τις το θηριον προσκυνει και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου

10 και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον των αγιων αγγελων και ενωπιον του αρνιου

11 και ο καπνος του βασανισμου αυτων αναβαινει εις αιωνας αιωνων και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου

12 ωδε υπομονη των αγιων εστιν ωδε οι τηρουντες τας εντολας του θεου και την πιστιν ιησου

13 και ηκουσα φωνης εκ του ουρανου λεγουσης μοι γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απαρτι ναι λεγει το πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων

14 και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενος ομοιος υιω ανθρωπου εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ

15 και αλλος αγγελος εξηλθεν εκ του ναου κραζων εν μεγαλη φωνη τω καθημενω επι της νεφελης πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν σοι η ωρα του θερισαι οτι εξηρανθη ο θερισμος της γης

16 και εβαλεν ο καθημενος επι την νεφελην το δρεπανον αυτου επι την γην και εθερισθη η γη

17 και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτος δρεπανον οξυ

18 και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηριου εχων εξουσιαν επι του πυρος και εφωνησεν κραυγη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της γης οτι ηκμασαν αι σταφυλαι αυτης

19 και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου την μεγαλην

20 και επατηθη η ληνος εξω της πολεως και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων