Add parallel Print Page Options

13 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτὰ καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ [a]ὄνομα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαυμάσθη ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. καὶ προσεκύνησαν τῷ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ καὶ τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ; καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ [b]βλασφημίας καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα δύο. καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν θεὸν βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. [c] καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτοὺς καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Εἴ τις ἔχει οὖς, ἀκουσάτω. 10 εἴ τις [d]εἰς αἰχμαλωσίαν ὑπάγει, εἴ τις ἐν μαχαίρῃ [e]ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι· ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσουσιν τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃς ἔχει τὴν πληγὴν τῆς μαχαίρης καὶ ἔζησεν. 15 καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, [f]ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, [g]τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.

18 Ὧδε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν, ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν, καὶ ὁ ἀριθμὸς αὐτοῦ [h]χ̅ξ̅ϛ.

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1 ὄνομα P47 א C P; ♦ ονοματα A 69 1424
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 βλασφημίας P47 א C; βλασφημιαν P 69 1424; βλασφημα A
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:6 καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτοὺς P115(vid και εδο̣θ̣[η ... α]γ̣ιων κα[ι) א 1424; omit P47 A C P 69
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 εἰς αἰχμαλωσίαν א C P; αιχμαλωσιαν 69; εις αιχμαλωσιαν εις αιχμαλωσιαν A; εχει αιχμαλωσιαν 1424
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 ἀποκτενεῖ δεῖ αὐτὸν ἐν μαχαίρῃ C P; αποκτεινει δει αυτον εν μαχαιρα א; αποκτανθηναι αυτον εν μαχαιρη A; δει αυτον 69 1424; unclear P47(vid απ̣[...] δει αυτον εν μαχαιρη)
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:15 ἵνα‌2 A P; omit א 69 1424
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:17 τὸ ὄνομα τοῦ θηρίου A(vid το[ονο]μα του θηριου) P 69 1424; του ονοματος του θηριου C; η το ονομα του θηριου P47; του θηριου η το ονομα αυτου א
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:18 χ̅ξ̅ϛ (numeral 666) P47 69 1424; εξακοσιοι εξηκοντα εξ A; εξακοσιαι εξηκοντα εξ א; εξακοσια εξηκοντα εξ P; εξακοσιαι δεκα εξ C; χ̅ι̅ϛ (numeral 616)

13 και εσταθην επι την αμμον της θαλασσης και ειδον εκ της θαλασσης θηριον αναβαινον εχον κεφαλας επτα και κερατα δεκα και επι των κερατων αυτου δεκα διαδηματα και επι τας κεφαλας αυτου ονομα βλασφημιας

και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδες αυτου ως αρκτου και το στομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην

και ειδον μιαν των κεφαλων αυτου ως εσφαγμενην εις θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασθη εν ολη τη γη οπισω του θηριου

και προσεκυνησαν τον δρακοντα ος εδωκεν εξουσιαν τω θηριω και προσεκυνησαν το θηριον λεγοντες τις ομοιος τω θηριω τις δυναται πολεμησαι μετ αυτου

και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσαρακοντα δυο

και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου και τους εν τω ουρανω σκηνουντας

και εδοθη αυτω πολεμον ποιησαι μετα των αγιων και νικησαι αυτους και εδοθη αυτω εξουσια επι πασαν φυλην και γλωσσαν και εθνος

και προσκυνησουσιν αυτω παντες οι κατοικουντες επι της γης ων ου γεγραπται τα ονοματα εν τη βιβλω της ζωης του αρνιου εσφαγμενου απο καταβολης κοσμου

ει τις εχει ους ακουσατω

10 ει τις αιχμαλωσιαν συναγει εις αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρα αποκτενει δει αυτον εν μαχαιρα αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων

11 και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ως δρακων

12 και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γην και τους κατοικουντας εν αυτη ινα προσκυνησωσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου

13 και ποιει σημεια μεγαλα ινα και πυρ ποιη καταβαινειν εκ του ουρανου εις την γην ενωπιον των ανθρωπων

14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ο εχει την πληγην της μαχαιρας και εζησεν

15 και εδοθη αυτω δουναι πνευμα τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση οσοι αν μη προσκυνησωσιν την εικονα του θηριου ινα αποκτανθωσιν

16 και ποιει παντας τους μικρους και τους μεγαλους και τους πλουσιους και τους πτωχους και τους ελευθερους και τους δουλους ινα δωση αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι των μετωπων αυτων

17 και ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα η το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου

18 ωδε η σοφια εστιν ο εχων τον νουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν και ο αριθμος αυτου χξς