Add parallel Print Page Options

16 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν [a]καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα [b]αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ [c]ἐμοῦ αὐτοῦ.

Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς [d]Ἀσίας εἰς Χριστόν. ἀσπάσασθε [e]Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς [f]ὑμᾶς. ἀσπάσασθε Ἀνδρόνικον καὶ [g]Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ [h]γέγοναν ἐν Χριστῷ. ἀσπάσασθε [i]Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν [j]συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. 12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. 13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, [k]Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι [l]πᾶσαι τοῦ Χριστοῦ.

17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ [m]ἐκκλίνετε ἀπ’ αὐτῶν· 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ [n]ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· [o]ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς [p]σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ [q]Χριστοῦ μεθ’ ὑμῶν.

21 [r]Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. 23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ [s]ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.

24 [t]Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. [u]Ἀμήν.

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:1 καὶ WH NIV ] – Treg RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:2 αὐτὴν προσδέξησθε NIV RP ] προσδέξησθε αὐτὴν WH Treg
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:2 ἐμοῦ αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἐμοῦ RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:5 Ἀσίας WH Treg NIV ] Ἀχαΐας RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:6 Μαριάμ RP ] Μαρίαν WH Treg NIV
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:6 ὑμᾶς WH Treg NIV ] ἡμᾶς RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:7 Ἰουνίαν WH Treg RP ] Ἰουνιᾶν NIV
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:7 γέγοναν WH Treg NIV ] γεγόνασιν RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:8 Ἀμπλιᾶτον WH NIV Treg ] Ἀμπλίαν RP
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:11 συγγενῆ WH NIV RP ] συγγενῆν Treg
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:14 Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν WH Treg NIV ] Ἑρμᾶν Πατρόβαν Ἑρμῆν RP
  12. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:16 πᾶσαι WH Treg NIV ] – RP
  13. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:17 ἐκκλίνετε WH Treg NIV ] ἐκκλίνατε RP
  14. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:18 ἡμῶν WH Treg NIV ] + Ἰησοῦ RP
  15. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:19 ἐφ’ ὑμῖν οὖν χαίρω WH Treg NIV ] Χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν RP
  16. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:19 σοφοὺς Treg NIV ] + μὲν WH RP
  17. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:20 Χριστοῦ Treg RP ] – WH NIV
  18. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:21 Ἀσπάζεται WH Treg NIV ] Ἀσπάζονται RP
  19. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:23 ὅλης τῆς ἐκκλησίας WH Treg NIV ] τῆς ἐκκλησίας ὅλης RP
  20. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:24 Ἡ χάρις … ὑμῶν RP ] – WH Treg NIV
  21. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16:24 Ἀμήν RP ] 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. WH Treg NIV

16 συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν διακονον της εκκλησιας της εν κεγχρεαις

ινα αυτην προσδεξησθε εν κυριω αξιως των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατις πολλων εγενηθη και αυτου εμου

ασπασασθε πρισκιλλαν και ακυλαν τους συνεργους μου εν χριστω ιησου

οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων

και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου ος εστιν απαρχη της αχαιας εις χριστον

ασπασασθε μαριαμ ητις πολλα εκοπιασεν εις ημας

ασπασασθε ανδρονικον και ιουνιαν τους συγγενεις μου και συναιχμαλωτους μου οιτινες εισιν επισημοι εν τοις αποστολοις οι και προ εμου γεγονασιν εν χριστω

ασπασασθε αμπλιαν τον αγαπητον μου εν κυριω

ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου

10 ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τους εκ των αριστοβουλου

11 ασπασασθε ηροδιωνα τον συγγενη μου ασπασασθε τους εκ των ναρκισσου τους οντας εν κυριω

12 ασπασασθε τρυφαιναν και τρυφωσαν τας κοπιωσας εν κυριω ασπασασθε περσιδα την αγαπητην ητις πολλα εκοπιασεν εν κυριω

13 ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου

14 ασπασασθε ασυγκριτον φλεγοντα ερμαν πατροβαν ερμην και τους συν αυτοις αδελφους

15 ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τους συν αυτοις παντας αγιους

16 ασπασασθε αλληλους εν φιληματι αγιω ασπαζονται υμας αι εκκλησιαι του χριστου

17 παρακαλω δε υμας αδελφοι σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην ην υμεις εμαθετε ποιουντας και εκκλινατε απ αυτων

18 οι γαρ τοιουτοι τω κυριω ημων ιησου χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια της χρηστολογιας και ευλογιας εξαπατωσιν τας καρδιας των ακακων

19 η γαρ υμων υπακοη εις παντας αφικετο χαιρω ουν το εφ υμιν θελω δε υμας σοφους μεν ειναι εις το αγαθον ακεραιους δε εις το κακον

20 ο δε θεος της ειρηνης συντριψει τον σαταναν υπο τους ποδας υμων εν ταχει η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων

21 ασπαζονται υμας τιμοθεος ο συνεργος μου και λουκιος και ιασων και σωσιπατρος οι συγγενεις μου

22 ασπαζομαι υμας εγω τερτιος ο γραψας την επιστολην εν κυριω

23 ασπαζεται υμας γαιος ο ξενος μου και της εκκλησιας ολης ασπαζεται υμας εραστος ο οικονομος της πολεως και κουαρτος ο αδελφος

24 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην

25 τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου

26 φανερωθεντος δε νυν δια τε γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εις υπακοην πιστεως εις παντα τα εθνη γνωρισθεντος

27 μονω σοφω θεω δια ιησου χριστου ω η δοξα εις τους αιωνας αμην [προς ρωμαιους εγραφη απο κορινθου δια φοιβης της διακονου της εν κεγχρεαις εκκλησιας]