Add parallel Print Page Options

Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; [a]ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν [b]οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ [c]ἀδελφοῦ αὐτοῦ, ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; ἤδη μὲν [d]οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ [e]τοῦτο ἀδελφούς.

Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι [f]θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε [g]κλέπται οὔτε πλεονέκται, [h]οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν [i]θεοῦ κληρονομήσουσιν. 11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου [j]Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 [k]ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι [l]ὑμῶν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:2 WH Treg NIV ] – RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:5 οὐδεὶς σοφὸς WH Treg NIV ] σοφὸς οὐδὲ εἷς RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:5 ἀδελφοῦ WH Treg NIV RP ] + καὶ τοῦ ἀδελφοῦ em Holmes
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:7 οὖν WH Treg RP NA ] – NIV
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:8 τοῦτο WH Treg NIV ] ταῦτα RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:9 θεοῦ βασιλείαν WH Treg NIV ] βασιλείαν θεοῦ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 κλέπται οὔτε πλεονέκται WH Treg NIV ] πλεονέκται οὔτε κλέπται RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 οὐ WH Treg NIV ] οὔτε RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:10 θεοῦ WH Treg NIV ] + οὐ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:11 Ἰησοῦ RP ] Ἰησοῦ Χριστοῦ Treg NIV; ἡμῶν Ἰησοῦ Χριστοῦ WH
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:16 WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:20 ὑμῶν WH Treg NIV ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP

τολμα τις υμων πραγμα εχων προς τον ετερον κρινεσθαι επι των αδικων και ουχι επι των αγιων

ουκ οιδατε οτι οι αγιοι τον κοσμον κρινουσιν και ει εν υμιν κρινεται ο κοσμος αναξιοι εστε κριτηριων ελαχιστων

ουκ οιδατε οτι αγγελους κρινουμεν μητι γε βιωτικα

βιωτικα μεν ουν κριτηρια εαν εχητε τους εξουθενημενους εν τη εκκλησια τουτους καθιζετε

προς εντροπην υμιν λεγω ουτως ουκ εστιν εν υμιν σοφος ουδε εις ος δυνησεται διακριναι ανα μεσον του αδελφου αυτου

αλλα αδελφος μετα αδελφου κρινεται και τουτο επι απιστων

ηδη μεν ουν ολως ηττημα εν υμιν εστιν οτι κριματα εχετε μεθ εαυτων διατι ουχι μαλλον αδικεισθε διατι ουχι μαλλον αποστερεισθε

αλλα υμεις αδικειτε και αποστερειτε και ταυτα αδελφους

η ουκ οιδατε οτι αδικοι βασιλειαν θεου ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται

10 ουτε κλεπται ουτε πλεονεκται ουτε μεθυσοι ου λοιδοροι ουχ αρπαγες βασιλειαν θεου ου κληρονομησουσιν

11 και ταυτα τινες ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλ εδικαιωθητε εν τω ονοματι του κυριου ιησου και εν τω πνευματι του θεου ημων

12 παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος

13 τα βρωματα τη κοιλια και η κοιλια τοις βρωμασιν ο δε θεος και ταυτην και ταυτα καταργησει το δε σωμα ου τη πορνεια αλλα τω κυριω και ο κυριος τω σωματι

14 ο δε θεος και τον κυριον ηγειρεν και ημας εξεγερει δια της δυναμεως αυτου

15 ουκ οιδατε οτι τα σωματα υμων μελη χριστου εστιν αρας ουν τα μελη του χριστου ποιησω πορνης μελη μη γενοιτο

16 η ουκ οιδατε οτι ο κολλωμενος τη πορνη εν σωμα εστιν εσονται γαρ φησιν οι δυο εις σαρκα μιαν

17 ο δε κολλωμενος τω κυριω εν πνευμα εστιν

18 φευγετε την πορνειαν παν αμαρτημα ο εαν ποιηση ανθρωπος εκτος του σωματος εστιν ο δε πορνευων εις το ιδιον σωμα αμαρτανει

19 η ουκ οιδατε οτι το σωμα υμων ναος του εν υμιν αγιου πνευματος εστιν ου εχετε απο θεου και ουκ εστε εαυτων

20 ηγορασθητε γαρ τιμης δοξασατε δη τον θεον εν τω σωματι υμων και εν τω πνευματι υμων ατινα εστιν του θεου