Add parallel Print Page Options

[a]τῇ ἐλευθερίᾳ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. κατηργήθητε ἀπὸ χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομὴ τί ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι; ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἐὰν ᾖ.

11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. 13 ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.

16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε, ταῦτα ποιῆτε. 18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, [b]ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι, [c]φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 22 ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24 οἱ δὲ τοῦ [d]χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25 εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γεινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:1 τῇ ἐλευθερίᾳ ἡμᾶς χριστὸς ἠλευθέρωσεν στήκετε א* A B D* P 062(vid); τη ελευθερια χριστος ημας ηλευθερωσεν στηκετε א2 C* Ψ 69*; τη ελευθερια ουν χριστος ημας ηλευθερωσεν στηκετε C3; τη ελευθερια ουν η χριστος ημας ηλευθερωσεν στηκετε K L 692 1424; τη ελευθερια ημας η χριστος ηλευθερωσεν στηκετε D1
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:20 ἔρις ζῆλος B D*; ερεις ζηλος P; ερις ζηλοι א; ερεις ζηλοι C D1 K L Ψ 69 1424; unclear A(ερις ζ[η.)
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:21 φόνοι A C D K L P Ψ 69 1424; omit P46 א B
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5:24 χριστοῦ Ἰησοῦ א1 A B C P Ψ; ♦ χριστου P46 D K L 69 1424; κυριου χριστου ιησου א*

Bible Gateway Recommends

The Greek New Testament, Reader's Edition--hardcover
The Greek New Testament, Reader's Edition--hardcover
Retail: $69.99
Our Price: $51.99
Save: $18.00 (26%)
5.0 of 5.0 stars
Greek Scripture Journal: 1st, 2nd & 3rd John
Greek Scripture Journal: 1st, 2nd & 3rd John
Retail: $5.99
Our Price: $2.49
Save: $3.50 (58%)
The Greek New Testament, Cambridge Edition, Hardcover
The Greek New Testament, Cambridge Edition, Hardcover
Retail: $49.99
Our Price: $36.99
Save: $13.00 (26%)
5.0 of 5.0 stars
Greek Scripture Journal: 19-Volume New Testament Set
Greek Scripture Journal: 19-Volume New Testament Set
Retail: $129.99
Our Price: $78.99
Save: $51.00 (39%)